Add parallel Print Page Options

23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ [a]τὸ ἔλεος καὶ τὴν πίστιν· [b]ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ [c]ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, [d]οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.

25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ [e]ἀκρασίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου [f]καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς [g]αὐτοῦ καθαρόν.

27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι [h]παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ [i]ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 τὸ ἔλεος WH Treg NIV ] τὸν ἔλεον RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ταῦτα NIV RP ] + δὲ WH Treg NA
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ἀφιέναι WH NIV RP ] ἀφεῖναι Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:24 οἱ Treg NIV RP ] WH
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:25 ἀκρασίας WH Treg NIV ] ἀδικίας RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 καὶ τῆς παροψίδος WH Treg NIV RP ] WHmarg NA
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 αὐτοῦ WH Treg NIV ] αὐτῶν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:27 παρομοιάζετε WH NIV RP ] ὁμοιάζετε Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:28 ἐστε μεστοὶ WH Treg NIV ] μεστοί ἐστε RP